Ἰλιάς

Ὅμηρος

ὣς τώ γ' ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν

ἀνστήτην, λῦσαν δ' ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν: 

Πηλεί̈δης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐί̈σας

ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν:

Ἀτρεί̈δης δ' ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν,

ἐν δ' ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δ' ἑκατόμβην

βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηί̈δα καλλιπάρῃον 

εἷσεν ἄγων: ἐν δ' ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.

 

οἳ μὲν ἔπειτ' ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,

λαοὺς δ' Ἀτρεί̈δης ἀπολυμαίνεσθαι ἄνωγεν:

οἳ δ' ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον,

ἕρδον δ' Ἀπόλλωνι τεληέσσας ἑκατόμβας 

ταύρων ἠδ' αἰγῶν παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο:

κνίση δ' οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ.





*

ἣ δ' ἀέκουσ' ἅμα τοῖσι γυνὴ κίεν: αὐτὰρ Ἀχιλλεὺς

δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς,

θῖν' ἔφ' ἁλὸς πολιῆς, ὁρόων ἐπ' ἀπείρονα πόντον: 

πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς:

μῆτερ ἐπεί μ' ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,

τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι

Ζεὺς ὑψιβρεμέτης: νῦν δ' οὐδέ με τυτθὸν ἔτισεν:

ἦ γάρ μ' Ἀτρεί̈δης εὐρὺ κρείων Ἀγαμέμνων 

ἠτίμησεν: ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.

 

ὣς φάτο δάκρυ χέων, τοῦ δ' ἔκλυε πότνια μήτηρ

ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι:

καρπαλίμως δ' ἀνέδυ πολιῆς ἁλὸς ἠύ̈τ' ὀμίχλη,

καί ῥα πάροιθ' αὐτοῖο καθέζετο δάκρυ χέοντος, 

χειρί τέ μιν κατέρεξεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε:

τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;

ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.





*

χωόμενος δ' ὁ γέρων πάλιν ᾤχετο: τοῖο δ' Ἀπόλλων 

εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν,

ἧκε δ' ἐπ' Ἀργείοισι κακὸν βέλος: οἳ δέ νυ λαοὶ

θνῇσκον ἐπασσύτεροι, τὰ δ' ἐπῴχετο κῆλα θεοῖο

πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν: ἄμμι δὲ μάντις

εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο. 

αὐτίκ' ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι:

Ἀτρεί̈ωνα δ' ἔπειτα χόλος λάβεν, αἶψα δ' ἀναστὰς

ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί:

τὴν μὲν γὰρ σὺν νηὶ̈ θοῇ ἑλίκωπες Ἀχαιοὶ

ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι: 

τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες

κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν.





*

ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων: 

τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδ' ἔτ' ἔδησαν.

τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων

αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι,

τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφ' ἅλα ἔλσαι Ἀχαιοὺς

κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος, 

γνῷ δὲ καὶ Ἀτρεί̈δης εὐρὺ κρείων Ἀγαμέμνων

ἣν ἄτην ὅ τ' ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.

 

τὸν δ' ἠμείβετ' ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα:

ὤ μοι τέκνον ἐμόν, τί νύ σ' ἔτρεφον αἰνὰ τεκοῦσα;

αἴθ' ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων 

ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν:

νῦν δ' ἅμα τ' ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων

ἔπλεο: τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι.

τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ

εἶμ' αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται. 

ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι

μήνι' Ἀχαιοῖσιν, πολέμου δ' ἀποπαύεο πάμπαν:

Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ' ἀμύμονας Αἰθιοπῆας

χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δ' ἅμα πάντες ἕποντο:

δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ, 

καὶ τότ' ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ,

καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀί̈ω.